Οἱ μικροὶ ξένοι
ΔΙΗΓΗΣΑΤΟ ὁ ἀββᾶς Βιτίμιος͵ ὅτι ἔλεγεν ὁ ἀββᾶς Μακάριος· Καθημένου μού ποτε εἰς Σκῆτιν͵ κατέβησαν δύο νεώτεροι ξενικοὶ ἐκεῖ· καὶ ὁ μὲν εἷς εἶχε γένειον͵ ὁ δὲ ἄλλος ἀρχὴν βάλλων γενείου. Καὶ ἦλθον πρὸς μὲ λέγοντες· Ποῦ ἔστιν ἡ κέλλα τοῦ ἀββᾶ Μακαρίου; Κἀγὼ εἶπον· Τί θέλετε αὐτόν; Καὶ λέγουσιν· Ἀκούοντες τὰ περὶ αὐτοῦ καὶ τῆς Σκήτεως͵ ἤλθομεν ἰδεῖν αὐτόν. Λέγω αὐτοῖς· Ἐγώ εἰμι. Καὶ ἔβαλον μετάνοιαν͵ λέγοντες· Ὧδε θέλομεν μεῖναι. Ἐγὼ δὲ βλέπων αὐτοὺς τρυφεροὺς καὶ ὡς ἀπὸ πλούτου͵ λέγω αὐτοῖς· Οὐ δύνασθε καθίσαι ὧδε. Καὶ λέγει ὁ μειζότερος· Ἐὰν μὴ δυνώμεθα καθίσαι ὧδε͵ ὑπάγομεν ἀλλαχοῦ.
Λέγω ἐγὼ τῷ λογισμῷ μου· Διατί διώκω αὐτοὺς καὶ σκανδαλίζονται; ὁ κόπος ποιεῖ αὐτοὺς δι΄ ἑαυτῶν φυγεῖν. Καὶ λέγω αὐτοῖς· Δεῦτε͵ ποιήσατε ἑαυτοῖς κελλίον͵ εἰ δύνασθε. Καὶ λέγουσι· Δεῖξον ἡμῖν τόπον καὶ ποιοῦμεν.
Ἔδωκε δὲ αὐτοῖς ὁ γέρων πέλεκυν καὶ ἀναβολίδιν μεστὸν ψωμίων καὶ ἅλας· ἔδειξε δὲ αὐτοῖς ὁ γέρων καὶ πέτραν σκληρὰν λέγων· Λατομήσατε ὧδε καὶ φέρετε αὑτοῖς ξύλα ἐκ τοῦ ἕλους καὶ στεγάσαντες καθίσατε. Ἐνόμιζον δὲ ἐγὼ͵ φησίν͵ ὅτι μέλλουσι διὰ τὸν κόπον ἀναχωρεῖν.
Ἠρώτησαν δέ με͵ τί ἐργάζωνται ὧδε. Λέγω αὐτοῖς· Τὴν σειράν· καὶ λαμβάνω βαΐα ἐκ τοῦ ἕλους καὶ δεικνύω αὐτοῖς τὴν ἀρχὴν τῆς σειρᾶς καὶ πῶς ῥάπτειν δεῖ͵ καὶ εἶπον· Ποιεῖτε σπυρίδας καὶ παρέχετε τοῖς φύλαξι καὶ φέρουσιν ὑμῖν ψωμία.
Λοιπὸν οὖν ἐγὼ ἀνεχώρησα. Αὐτοὶ δὲ μεθ΄ ὑπομονῆς πάντα ἐποίησαν͵ ὅσα εἶπον αὐτοῖς· καὶ οὐ παρέβαλόν μοι ἐπὶ τρία ἔτη.
Καὶ ἔμεινα πολεμῶν τοῖς λογισμοῖς͵ λέγων· Τίς ἄρα ἐστὶν ἡ ἐργασία αὐτῶν͵ ὅτι οὐκ ἦλθον ἐρωτῆσαι λογισμόν; Οἱ ἀπὸ μήκοθεν ἔρχονται πρός με, καὶ οὗτοι οἱ ἐγγὺς οὐκ ἦλθον͵ οὔτε δὲ πρὸς ἄλλους ὑπῆγον, εἰ μὴ μόνον εἰς τὴν ἐκκλησίαν σιωπῶντες͵ λαβεῖν τὴν προσφοράν.
Καὶ ηὐξάμην τῷ Θεῷ νηστεύσας τὴν ἑβδομάδα͵ ἵνα δείξῃ μοι τὴν ἐργασίαν αὐτῶν. Ἀναστὰς δὲ μετὰ τὴν ἑβδομάδα͵ ἀπῆλθον πρὸς αὐτοὺς ἰδεῖν πῶς κάθηνται. Καὶ κρούσαντός μου ἀνέῳξαν καὶ ἠσπάσαντό με σιωπῶντες· καὶ ποιήσας εὐχήν͵ ἐκάθισα.
Νεύσας δὲ ὁ μείζων τῷ μικροτέρῳ ἐξελθεῖν͵ ἐκάθισε πλέκειν τὴν σειράν͵ λαλήσας μηδέν· καὶ τῇ ὥρᾳ τῆς ἐνάτης ἔκρουσε καὶ ἦλθεν ὁ νεώτερος καὶ ἐποίησε μικρὸν ἕψημα καὶ παρέθηκε τράπεζαν͵ νεύσαντος αὐτῷ τοῦ μειζοτέρου· καὶ ἔθηκεν εἰς αὐτὴν τρεῖς παξαμάδας͵ καὶ ἔστη σιωπῶν. Ἐγὼ δὲ εἶπον· Ἐγείρεσθε͵ φάγωμεν.
Καὶ ἀναστάντες ἐφάγομεν καὶ ἤνεγκε τὸ βαυκάλιον καὶ ἐπίομεν.
Ὡς δὲ ἐγένετο ἑσπέρα͵ λέγουσί μοι· Ὑπάγεις; Ἐγὼ δὲ εἶπον· Οὐχὶ͵ ἀλλ΄ ὧδε κοιμῶμαι. Καὶ ἔθηκάν μοι ψιάθιον παρὰ μέρος͵ καὶ ἑαυτοῖς εἰς τὴν γωνίαν παρὰ μέρος· καὶ ἦραν τὰς ζώνας αὐτῶν καὶ τοὺς ἀναλάβους καὶ ἔθηκαν ἑαυτοὺς ὁμοῦ εἰς τὸ ψιάθιον ἔμπροσθέν μου.
Ὡς δὲ ἔθηκαν ἑαυτοὺς͵ ηὐξάμην τῷ Θεῷ͵ ἵνα μοι ἀποκαλύψῃ τὴν ἐργασίαν αὐτῶν. Καὶ ἠνεῴχθη ἡ στέγη καὶ ἐγένετο φῶς ὡς ἡμέρα· αὐτοὶ δὲ οὐκ ἐθεώρουν τὸ φῶς. Καὶ ὡς ἐνόμιζον ὅτι κοιμῶμαι͵ νύσσει ὁ μείζων τὸν μικρότερον εἰς τὴν πλευρὰν καὶ ἐγείρονται καὶ ζώνουσιν ἑαυτοὺς καὶ ἐκτείνουσι τὰς χεῖρας εἰς τὸν οὐρανόν. Καὶ ἐθεώρουν αὐτούς, αὐτοὶ δὲ οὐκ ἐθεώρουν με· καὶ εἶδον τοὺς δαίμονας ἐρχομένους ὥσπερ μυίας ἐπὶ τὸν μικρότερον, καὶ οἱ μὲν ἤρχοντο καθίσαι εἰς τὸ στόμα αὐτοῦ͵ οἱ δὲ εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ.
Καὶ εἶδον ἄγγελον Κυρίου κατέχοντα ῥομφαίαν πυρὸς καὶ περιχαρακοῦντα αὐτὸν καὶ διώκοντα τοὺς δαίμονας ἀπ΄ αὐτοῦ. Τῷ δὲ μειζοτέρῳ οὐκ ἐδύναντο προσεγγίσαι. Καὶ ὡς περὶ τὴν πρωΐαν ἔθηκαν ἑαυτούς· κἀγὼ ἐποίησα ἐμαυτὸν ὅτι διϋπνίσθην͵ καὶ αὐτοὶ ὡσαύτως. Εἶπε δέ μοι ὁ μείζων τὸν λόγον τοῦτον μόνον· Θέλεις βάλωμεν τοὺς δώδεκα ψαλμούς; Λέγω· Ναί. Καὶ ψάλλει ὁ μικρότερος πέντε ψαλμοὺς ἀπὸ ἓξ στίχων καὶ ἓν Ἀλληλούϊα. Καὶ κατὰ στίχον ἐξήρχετο λαμπὰς πυρὸς ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἀνέβαινεν εἰς τὸν οὐρανόν. Ὡσαύτως καὶ ὁ μείζων͵ ὅτε ἤνοιγε τὸ στόμα αὐτοῦ ψάλλων͵ ὡς σχοινίον πυρὸς ἐξήρχετο καὶ ἔφθανεν ἕως τοῦ οὐρανοῦ. Κἀγὼ εἶπον μικρὸν ἀπὸ στήθους. Καὶ ἐξελθὼν λέγω· Εὔξασθε περὶ ἐμοῦ. Αὐτοὶ δὲ ἔβαλον μετάνοιαν σιωπῶντες. Ἔμαθον οὖν ὅτι ὁ μείζων τέλειός ἐστι· τῷ δὲ μικροτέρῳ ἀκμὴν ἐπολέμει ὁ ἐχθρός. Μετὰ δὲ μικρὰς ἡμέρας ἐκοιμήθη ὁ μείζων ἀδελφός͵ καὶ τῇ τρίτῃ ἡμέρᾳ ὁ μικρότερος. Καὶ ὅτε παρέβαλόν τινες τῶν Πατέρων πρὸς τὸν ἀββᾶν Μακάριον, ἐλάμβανεν αὐτοὺς εἰς τὴν κέλλαν αὐτῶν͵ λέγων· Δεῦτε͵ ἴδετε τὸ μαρτύριον τῶν μικρῶν ξένων.

Γίνε φωτιά
ΠΑΡΕΒΑΛΕΝ ὁ ἀββᾶς Λὼτ τῷ ἀββᾷ Ἰωσὴφ καὶ λέγει αὐτῷ· Ἀββᾶ κατὰ δύναμίν μου ποιῶ τὴν μικράν μου σύναξιν καὶ τὴν μικρὰν νηστείαν μου καὶ τὴν εὐχὴν καὶ τὴν μελέτην καὶ τὴν ἡσυχίαν καὶ τὸ κατὰ δύναμίν μου καθαρεύω τοῖς λογισμοῖς. Τί οὖν ἔχω ποιῆσαι λοιπόν; Ἀναστὰς οὖν ὁ γέρων͵ ἥπλωσε τὰς χεῖρας εἰς τὸν οὐρανόν· καὶ γεγόνασιν οἱ δάκτυλοι αὐτοῦ ὡς δέκα λαμπάδες πυρός· καὶ λέγει αὐτῷ· Εἰ θέλεις͵ γενοῦ ὅλος ὡς πῦρ.
Μοῦ ἀρκεῖ νὰ σὲ βλέπω
ΤΡΕΙΣ τῶν Πατέρων εἶχον ἔθος κατ΄ ἐνιαυτὸν ὑπάγειν πρὸς τὸν μακάριον Ἀντώνιον· καὶ οἱ μὲν δύο ἠρώτων αὐτὸν περὶ λογισμῶν καὶ σωτηρίας ψυχῆς, ὁ δὲ εἷς πάντα ἐσιώπα μηδὲν ἐρωτῶν. Μετὰ δὲ πολὺν χρόνον λέγει αὐτῷ ὁ ἀββᾶς Ἀντώνιος· Ἰδοὺ τοσοῦτον χρόνον ἔχεις ἐρχόμενος ὧδε͵ καὶ οὐδὲν ἐρωτᾷς με. Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ· Ἀρκεῖ μοι μόνον τοῦ βλέπειν σε͵ Πάτερ.
Ὁ Θεὸς ὑπακούει
ΕΙΠΕΝ ὁ ἀββᾶς Μιὼς ὁ τοῦ Βελέου͵ ὅτι ἡ ὑπακοὴ ἀντὶ ὑπακοῆς ἐστιν. Εἴ τις ὑπακούει τῷ Θεῷ͵ ὁ Θεὸς ὑπακούει αὐτόν.